Livre d'Osée
12,9 καὶ εἶπεν Εφραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι ἀδικίας, ἃς ἥμαρτεν. ( ) 12,10 ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς. ( ) 12,11 καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην. ( ) 12,12 εἰ μὴ Γαλααδ ἔστιν· ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ. ( ) 12,13 καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο. ( )

12,14 καὶ ἐν προφήτῃ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη.


( )
12,15 ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν, καὶ τὸ αἷμα αὐτοῦ ἐπ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος. ( ) 13,1 Κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔθετο αὐτὰ τῇ Βααλ καὶ ἀπέθανεν. ( ) 13,2 καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. ( ) 13,3 διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων. ( ) 13,4 ἐγὼ δὲ κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: