Livre d'Osée
11,9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Εφραιμ· διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ( ) 11,10 ὀπίσω κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων. ( ) 11,11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει κύριος. ( ) 12,1 Ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα. νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ. ( ) 12,2 ὁ δὲ Εφραιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. ( )

12,3 καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ.


( )
12,4 ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν ( ) 12,5 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη· ἔκλαυσαν καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. ( ) 12,6 ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. ( ) 12,7 καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός. ( ) 12,8 Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: