Livre d'Osée
10,13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐφάγετε καρπὸν ψευδῆ., ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήθει δυνάμεώς σου. ( ) 10,14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. ( ) 10,15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρθρου ἀπερρίφησαν, ἀπερρίφη βασιλεὺς Ισραηλ. ( ) 11,1 Διότι νήπιος Ισραηλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. ( ) 11,2 καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλιμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων. ( )

11,3 καὶ ἐγὼ συνεπόδισα τὸν Εφραιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς.


( )
11,4 ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ. ( ) 11,5 κατῴκησεν Εφραιμ ἐν Αἰγύπτῳ, καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι. ( ) 11,6 καὶ ἠσθένησεν ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν. ( ) 11,7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ, καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν. ( ) 11,8 τί σε διαθῶ, Εφραιμ., ὑπερασπιῶ σου, Ισραηλ., τί σε διαθῶ., ὡς Αδαμα θήσομαί σε καὶ ὡς Σεβωιμ., μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου. ( Gn 10,19 , Gn 14,2 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: