Livre d'Osée
10,6 καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ· ἐν δόματι Εφραιμ δέξεται, καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ. ( ) 10,7 ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος. ( ) 10,8 καὶ ἐξαρθήσονται βωμοὶ Ων, ἁμαρτήματα τοῦ Ισραηλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφ ἡμᾶς. ( ) 10,9 Ἀφ οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας., ( ) 10,10 ἦλθεν παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. ( )

10,11 Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν, ἐνισχύσει αὐτῷ Ιακωβ.


20423 Bible des Peuples sur titre chapitre 2023-11-11: Menaces et appel à la conversion

( )
10,12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν. ( ) 10,13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐφάγετε καρπὸν ψευδῆ., ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήθει δυνάμεώς σου. ( ) 10,14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. ( ) 10,15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρθρου ἀπερρίφησαν, ἀπερρίφη βασιλεὺς Ισραηλ. ( ) 11,1 Διότι νήπιος Ισραηλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: