Livre d'Osée
8,10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. ( ) 8,11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. ( ) 8,12 καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα. ( ) 8,13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. ( ) 8,14 καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν. ( )

9,1 Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου.


20422 Bible des Peuples sur titre chapitre 2023-11-11: Annonce de la déportation

4595 Bible des peuples sur verset 2019-01-05: C’est le même thème qu’en 2.7. Pour le peuple, Baal est celui qui donne les fruits de la terre, on lui fait des fêtes lorsqu’on bat le grain : le peuple de Dieu se prostitue joyeusement.

( )
9,2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. ( ) 9,3 οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Εφραιμ εἰς Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. ( ) 9,4 οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου. ( ) 9,5 τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου., ( ) 9,6 διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμας· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει, ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: