Livre d'Osée
8,6 ἐν τῷ Ισραηλ., καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. ( ) 8,7 ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. ( ) 8,8 κατεπόθη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. ( ) 8,9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθ ἑαυτὸν Εφραιμ, δῶρα ἠγάπησαν· ( ) 8,10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. ( )

8,11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα.


4594 Bible des peuples sur verset 2019-01-05: Les pratiques extérieures et les banquets sacrés après le sacrifice n’empêchent pas Dieu de se souvenir de leur péché. Ce texte oppose le culte, en fait les animaux offerts en sacrifice dans les sanctuaires, et l’observance de la Loi. On retrouvera ce thème au début du livre d’Isaïe. Le culte fait l’affaire des prêtres (Osée 4.8). Osée est l’un d’eux, et il leur rappelle que leur devoir essentiel était d’enseigner la Loi. Les mêmes reproches aux prêtres se liront des siècles plus tard chez le dernier des prophètes : Malachie 2.3.

( )
8,12 καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα. ( ) 8,13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. ( ) 8,14 καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν. ( ) 9,1 Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου. ( ) 9,2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: