Livre d'Osée
8,1 Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ οἶκον κυρίου, ἀνθ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. ( ) 8,2 ἐμὲ κεκράξονται Ὁ θεός, ἐγνώκαμέν σε. ( ) 8,3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν. ( ) 8,4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεθρευθῶσιν. ( ) 8,5 ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη ὁ θυμός μου ἐπ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι ( )

8,6 ἐν τῷ Ισραηλ., καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια.


( )
8,7 ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. ( ) 8,8 κατεπόθη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. ( ) 8,9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθ ἑαυτὸν Εφραιμ, δῶρα ἠγάπησαν· ( ) 8,10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. ( ) 8,11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: