Livre d'Osée
6,1 Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς· ( ) 6,2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ· ( ) 6,3 καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ. – ( ) 6,4 τί σοι ποιήσω, Εφραιμ., τί σοι ποιήσω, Ιουδα., τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. ( ) 6,5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται. ( )

6,6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα.


( )
6,7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέν μου. ( ) 6,8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ, ( ) 6,9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐφόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν. ( ) 6,10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον φρικώδη, ἐκεῖ πορνείαν τοῦ Εφραιμ· ἐμιάνθη Ισραηλ καὶ Ιουδα. ( ) 6,11 Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 589, , § 2100