Livre d'Osée
5,11 κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων. ( ) 5,12 καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εφραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα. ( ) 5,13 καὶ εἶδεν Εφραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη Εφραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. ( ) 5,14 διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Εφραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. ( ) 5,15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν· καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες ( )

6,1 Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·


4587 Bible des peuples sur verset 2019-01-05: Les hommes regrettent leurs erreurs, mais ils ne sont pas assez sincères pour abandonner leurs péchés. Ils pensent plaire à Dieu en lui offrant quelques sacrifices, mais ils sont loin de l’amour véritable qui se manifeste dans l’obéissance ; ils préfèrent offrir les coûteux sacrifices de leur choix plutôt que de faire ce que Dieu leur demande (voir Michée 6.6-8). C’est l’amour sincère que je veux et non les sacrifices. En plusieurs occasions Jésus rappellera aux Pharisiens ces paroles (Matthieu 9.13).

( )
6,2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ· ( ) 6,3 καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ. – ( ) 6,4 τί σοι ποιήσω, Εφραιμ., τί σοι ποιήσω, Ιουδα., τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. ( ) 6,5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται. ( ) 6,6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: