Livre d'Osée
4,13 ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον, ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν· ( Ps 94,4 , Ez 20,28 , ) 4,14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύωσιν, διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης. ( ) 4,15 Σὺ δέ, Ισραηλ, μὴ ἀγνόει, καὶ Ιουδα, μὴ εἰσπορεύεσθε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ων καὶ μὴ ὀμνύετε ζῶντα κύριον. ( ) 4,16 ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ· νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ. ( ) 4,17 μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα. ( )

4,18 ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν.


4584 Bible des peuples sur verset 2019-01-05: Il est fort possible que ces beuveries et prostitutions soient celles des fêtes cananéennes pour les morts. Le verset 19, corrompu, se prête à diverses restitutions.

( )
4,19 συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν. ( ) 5,1 Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ( ) 5,2 ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν· ( ) 5,3 ἐγὼ ἔγνων τὸν Εφραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εφραιμ, ἐμιάνθη Ισραηλ· ( ) 5,4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: