Livre d'Osée
4,1 Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ισραηλ, διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· ( ) 4,2 ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ αἵμασιν μίσγουσιν. ( ) 4,3 διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν, ( ) 4,4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς. ( ) 4,5 καὶ ἀσθενήσεις ἡμέρας, καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου. ( )

4,6 ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.


( )
4,7 κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. ( ) 4,8 ἁμαρτίας λαοῦ μου φάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν. ( ) 4,9 καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς, καὶ ἐκδικήσω ἐπ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ. ( ) 4,10 καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν, διότι τὸν κύριον ἐγκατέλιπον τοῦ φυλάξαι. ( ) 4,11 Πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: