Livre d'Osée
3,1 Καὶ εἶπεν κύριος πρός με Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων ( ) 3,2 καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριθῶν καὶ νεβελ οἴνου ( ) 3,3 καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καθήσῃ ἐπ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί. ( ) 3,4 διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. ( ) 3,5 καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ ἐσχάτων τῶν ἡμερῶν. ( )

4,1 Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ισραηλ, διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς·


4581 Bible des peuples sur verset 2019-01-05: Ici commence la seconde partie du livre. Dans les chapitres 4—13, nous trouvons un mélange de reproches, de menaces, d’invitations à la conversion et de prédictions de l’exil. Cependant Osée comprend que Dieu est un éducateur et qu’il a ses raisons pour permettre les malheurs et même la destruction de la nation. C’est par ce moyen qu’Israël redeviendra ce qu’il était autrefois quand Dieu l’avait pris par la main et fait sortir d’Égypte : les Israélites redeviendront un peuple pauvre et humble, capable de suivre son Dieu dans la foi et l’amour (14.2-10).

( )
4,2 ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ αἵμασιν μίσγουσιν. ( ) 4,3 διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν, ( ) 4,4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς. ( ) 4,5 καὶ ἀσθενήσεις ἡμέρας, καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου. ( ) 4,6 ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: