Livre de Daniel
14,29 καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα Παράδος ἡμῖν τὸν Δανιηλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου. ( ) 14,30 καὶ εἶδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιηλ. ( ) 14,31 οἱ δὲ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ. ( ) 14,32 ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσιν τὸν Δανιηλ. ( ) 14,33 καὶ ἦν Αμβακουμ ὁ προφήτης ἐν τῇ Ιουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. ( )

14,34 καὶ εἶπεν ἄγγελος κυρίου τῷ Αμβακουμ Ἀπένεγκε τὸ ἄριστον, ὃ ἔχεις, εἰς Βαβυλῶνα τῷ Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων.


( )
14,35 καὶ εἶπεν Αμβακουμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω. ( ) 14,36 καὶ ἐπελάβετο ὁ ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. ( ) 14,37 καὶ ἐβόησεν Αμβακουμ λέγων Δανιηλ Δανιηλ, λαβὲ τὸ ἄριστον, ὃ ἀπέστειλέν σοι ὁ θεός. ( ) 14,38 καὶ εἶπεν Δανιηλ Ἐμνήσθης γάρ μου, ὁ θεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε. ( ) 14,39 καὶ ἀναστὰς Δανιηλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Αμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: