Livre de Daniel
14,17 καὶ εἶπεν ὁ βασιλεύς Σῷοι αἱ σφραγῖδες, Δανιηλ; ὁ δὲ εἶπεν Σῷοι, βασιλεῦ. ( ) 14,18 καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας ἐπιβλέψας ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ Μέγας εἶ, Βηλ, καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς. ( ) 14,19 καὶ ἐγέλασεν Δανιηλ καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν Ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα. ( ) 14,20 καὶ εἶπεν ὁ βασιλεύς Ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων. ( ) 14,21 καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας, δι ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ. ( )

14,22 καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς καὶ ἔδωκεν τὸν Βηλ ἔκδοτον τῷ Δανιηλ, καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.


( )
14,23 Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι. ( ) 14,24 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ. ( ) 14,25 καὶ εἶπεν Δανιηλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστιν θεὸς ζῶν· σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου. ( ) 14,26 καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι. ( ) 14,27 καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν Ἴδετε τὰ σεβάσματα ὑμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: