Livre de Daniel
13,63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. ( ) 13,64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. ( ) 14,1 Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. ( ) 14,2 καὶ ἦν Δανιηλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. ( ) 14,3 καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις, ᾧ ὄνομα Βηλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ. ( )

14,4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ· Δανιηλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ.


2415 Bible des peuples sur verset 2018-11-20: Bel est le nom babylonien du Baal de Palestine. C’était l’un des titres du dieu Mardouk.

( )
14,5 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ; ὁ δὲ εἶπεν Ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν. ( ) 14,6 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός; ἦ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ ἑκάστην ἡμέραν; ( ) 14,7 καὶ εἶπεν Δανιηλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε. ( ) 14,8 καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε· ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά, ἀποθανεῖται Δανιηλ, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ. ( ) 14,9 καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ Γινέσθω κατὰ τὸ ῥῆμά σου. καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: