Livre de Daniel
13,55 εἶπεν δὲ Δανιηλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον. ( ) 13,56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου· ( ) 13,57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν· ( ) 13,58 νῦν οὖν λέγε μοι Ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ πρῖνον. ( ) 13,59 εἶπεν δὲ αὐτῷ Δανιηλ Ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς. ( )

13,60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ αὐτόν.


( )
13,61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον, ( ) 13,62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν αὐτούς· καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ( ) 13,63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. ( ) 13,64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. ( ) 14,1 Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: