Livre de Daniel
13,36 εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας· ( ) 13,37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ αὐτῆς. ( ) 13,38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ αὐτούς· ( ) 13,39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι, ( ) 13,40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος, ( )

13,41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.


( )
13,42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ( ) 13,43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ ἐμοῦ. ( ) 13,44 Καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς. ( ) 13,45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιηλ, ( ) 13,46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: