Livre de Daniel
13,18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι. ( ) 13,19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ ( ) 13,20 καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ ἡμῶν· ( ) 13,21 εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. ( ) 13,22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν, ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν· ( )

13,23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου.


( )
13,24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα, ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς. ( ) 13,25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου. ( ) 13,26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ. ( ) 13,27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης. ( ) 13,28 Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: