Livre de Daniel
12,6 καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ Ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων., ( ) 12,7 καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι τὸν αἰῶνα ὅτι Εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ· ἐν τῷ συντελεσθῆναι διασκορπι ( ) 12,8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα Κύριε, τί τὰ ἔσχατα τούτων., ( ) 12,9 καὶ εἶπεν Δεῦρο, Δανιηλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι, ἕως καιροῦ πέρας· ( ) 12,10 ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ πυρωθῶσιν πολλοί, καὶ ἀνομήσωσιν ἄνομοι· καὶ οὐ συνήσουσιν πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσιν. ( )

12,11 καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα.


2409 Bible des peuples sur verset 2018-11-20: La fin finale devait se produire après trois ans et demi, soit 1150 jours, comme en 8.14. Rien ne s’étant produit à la date indiquée, on a allongé le délai en 12.11 puis en 12.12. La Bible nous a sans doute gardé cette petite expérience pour que nous soyons méfiants vis-à-vis des prophéties très certaines de notre temps.

( Mt 24,15 , )
12,12 μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. ( ) 12,13 καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν. ( ) 13,1 Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ιωακιμ. ( ) 13,2 καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον· ( ) 13,3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: