Livre de Daniel
11,35 καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν. ( ) 11,36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται. ( ) 11,37 καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται· ( ) 11,38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν. ( ) 11,39 καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις. ( )

11,40 καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.


2405 Bible des peuples sur verset 2018-11-20: On peut s’étonner de ce paragraphe 11.40-45 qui annonce une dernière expédition triomphante d’Antiocus en Égypte, laquelle n’a pas eu lieu. C’est que le livre a été écrit avant l’échec et la mort misérable de ce roi lors de sa campagne contre les Parthes. Comme dans les chapitres précédents l’auteur voit la fin de l’histoire toute proche ; fidèle à une perspective qu’on retrouve au long de la littérature apocalyptique (y compris l’Apocalypse de Jean et 2Thessaloniciens 2.4) il est convaincu que l’ennemi de Dieu sera abattu au moment où il croira avoir obtenu la victoire totale.

( )
11,41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων. ( ) 11,42 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. ( ) 11,43 καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν. ( ) 11,44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς. ( ) 11,45 καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: