Livre de Daniel
11,17 καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται. ( ) 11,18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. ( ) 11,19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται. ( ) 11,20 καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ. ( ) 11,21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν. ( )

11,22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης·


( )
11,23 καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει. ( ) 11,24 καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ. ( ) 11,25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα· καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ αὐτὸν λογισμούς· ( ) 11,26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί. ( ) 11,27 καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευθυνεῖ· ὅτι ἔτι πέρας εἰς καιρόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: