Livre de Daniel
8,24 καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον. ( ) 8,25 καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει. ( ) 8,26 καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς. ( ) 8,27 καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνίων. ( ) 9,1 Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ασουηρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων, ( )

9,2 ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιηλ συνῆκα ἐν ταῖς βύβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ιερουσαλημ, ἑβδομήκοντα ἔτη.


2394 Bible des peuples sur verset 2018-11-18: l’auteur de Daniel est familier de l’Écriture. Mais il a un souci nouveau dans un monde où les prêtres ne voulaient que l’application des lois : il cherche dans l’Écriture des réponses pour son temps, il réinterprète les réponses qu’elle a données dans le passé. Les soixante-dix ans de Jérémie 25.11 et 29.10 étaient un chiffre rond et cette promesse s’accordait assez bien avec les dates des premiers retours d’Exil, et la hiérarchie insistait sur cet accomplissement des promesses du passé. Mais maintenant cette réalisation semblait bien insuffisante. L’auteur de Daniel, plongé dans les tragédies de la persécution syrienne, attendait une autre délivrance. C’est ainsi qu’on va passer des 70 ans aux 70 semaines d’années, un passage qui pourrait s’appuyer sur une libre interprétation de Lévitique 26.18 et 2Chroniques 36.21.

( )
9,3 καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεὸν τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. ( ) 9,4 καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου καὶ ἐξωμολογησάμην καὶ εἶπα Κύριε ὁ θεὸς ὁ μέγας καὶ θαυμαστὸς ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσίν σε καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολάς σου, ( ) 9,5 ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου ( ) 9,6 καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς. ( ) 9,7 σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ιουδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθεσίᾳ αὐτῶν, ᾗ ἠθέτησαν ἐν σοί. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: