Livre de Daniel
7,25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ. ( ) 7,26 καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. ( ) 7,27 καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται. ( ) 7,28 ἕως ὧδε τὸ πέρας τοῦ λόγου. ἐγὼ Δανιηλ, ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη ἐπ ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα. ( ) 8,1 Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιηλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν. ( )

8,2 καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αιλαμ, καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ


( )
8,3 καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ, καὶ αὐτῷ κέρατα, καὶ τὰ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ ἐσχάτων. ( ) 8,4 εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη. ( ) 8,5 καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. ( ) 8,6 καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. ( ) 8,7 καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμε ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: