Livre de Daniel
7,24 καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει· ( ) 7,25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ. ( ) 7,26 καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. ( ) 7,27 καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται. ( ) 7,28 ἕως ὧδε τὸ πέρας τοῦ λόγου. ἐγὼ Δανιηλ, ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη ἐπ ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα. ( )

8,1 Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιηλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν.


20410 Bible des Peuples sur titre chapitre 2023-11-11: Une autre vision qui reprend l'histoire d'Antiocus

2390 Bible des peuples sur titre chapitre 2018-11-18: Le même message se répète aux chapitres suivants. Dieu viendra au moment le plus critique de la persécution Il y a seulement plus de détails pour assurer les Juifs que tous les événements dont ils sont témoins sont déjà connus de Dieu : il laisse les événements se produire, car il a déjà décidé du moment où il interviendra.

( )
8,2 καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αιλαμ, καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ ( ) 8,3 καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ, καὶ αὐτῷ κέρατα, καὶ τὰ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ ἐσχάτων. ( ) 8,4 εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη. ( ) 8,5 καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. ( ) 8,6 καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: