Livre de Daniel
6,6 καὶ εἶπον οἱ τακτικοί Οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεοῦ αὐτοῦ. ( ) 6,7 τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· ( ) 6,8 συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα ἀλλ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται ( ) 6,9 νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν. ( ) 6,10 τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξεν γραφῆναι τὸ δόγμα. ( )

6,11 καὶ Δανιηλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ιερουσαλημ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντί


2383 Bible des peuples sur verset 2018-11-18: La prière publique se faisait debout ; après l’Exil apparaît la prière privée à genoux ( 2Chroniques 6.13 ; Esdras 9.5 ; Luc 22.41 ; Actes 9.40 ; 20.36). Daniel fait sa prière à l’étage supérieur ou peut-être dans un abri aménagé sur la terrasse, lieu conseillé pour plus d’intimité ( 1Rois 17.19 ; 2Rois 1.2 ; Matthieu 6.6 ; Actes 1.13 ; 10.9). Daniel se met face à la fenêtre orientée vers Jérusalem : nous avons tous besoin à certains moments de nous orienter pour fixer la prière sur le Dieu omniprésent.

( )
6,12 τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν καὶ εὗρον τὸν Δανιηλ ἀξιοῦντα καὶ δεόμενον τοῦ θεοῦ αὐτοῦ. ( ) 6,13 καὶ προσελθόντες λέγουσιν τῷ βασιλεῖ Βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων., καὶ εἶπεν ὁ βασιλεύς Ἀληθινὸς ὁ λ ( ) 6,14 τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ. ( ) 6,15 τότε ὁ βασιλεύς, ὡς τὸ ῥῆμα ἤκουσεν, πολὺ ἐλυπήθη ἐπ αὐτῷ καὶ περὶ τοῦ Δανιηλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσθαι αὐτόν. ( ) 6,16 τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσιν τῷ βασιλεῖ Γνῶθι, βασιλεῦ, ὅτι δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: