Livre de Daniel
4,20 τὸ δένδρον, ὃ εἶδες, τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν ( ) 4,21 καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, ( ) 4,22 σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς. ( ) 4,23 καὶ ὅτι εἶδεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν Ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσ ( ) 4,24 τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα, ( )

4,25 καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων


2379 Bible des peuples sur verset 2018-11-18: Cette histoire de la folie de Nabukodonozor n’a pas d’autres racines historiques que les folies commises par son successeur Nabonide.

( )
4,26 καὶ ὅτι εἶπαν Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σού σοι μενεῖ, ἀφ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. ( ) 4,27 διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασίν σου ὁ θεός. ( ) 4,28 ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα. ( ) 4,29 μετὰ δωδεκάμηνον ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν ( ) 4,30 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: