Livre de l'Exode
37,4 καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. ( ) 37,5 καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου χερουβιμ, ( ) 37,6 καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ τοὺς κρίκους· καὶ τὰς κεφαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ. ( ) 37,7 Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ ἑκατόν, ( ) 37,8 καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· ( )

37,9 καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ ἑκατόν, καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι·


( )
37,10 καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων, στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· ( ) 37,11 καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων, ( ) 37,12 ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς, ( ) 37,13 καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι πεντεκαίδεκα πήχεων, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. ( ) 37,14 πᾶσαι αἱ αὐλαῖαι τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: