Livre de Daniel
3,38 καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος· ( ) 3,39 ἀλλ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσ δεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων· ( ) 3,40 οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί. ( ) 3,41 καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ( ) 3,42 ἀλλὰ ποίησον μεθ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου ( )

3,43 καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε.


( )
3,44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· ( ) 3,45 γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ ὅλην τὴν οἰκουμένην. ( ) 3,46 Καὶ οὐ διέλειπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα. ( ) 3,47 καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα ( ) 3,48 καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: