Livre de Daniel
2,41 καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ· ( ) 2,42 καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ αὐτῆς ἔσται συντριβόμενον. ( ) 2,43 ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ, συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου. ( ) 2,44 καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας, ( ) 2,45 ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. ( )

2,46 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ.


2366 Bible des peuples sur verset 2018-11-18: La révélation du songe et de son explication a montré la supériorité de la sagesse de Daniel, fruit d’une révélation, sur les sciences secrètes des Kaldéens. Ici reprend la critique des religions à images et à dieux multiples : en même temps qu’elles font des dieux à l’image des hommes, leurs vices y compris, elles divinisent les hommes qui sortent du commun. C’est ainsi qu’on offre des sacrifices à Daniel. Ce détail a tout du fictif ; voir pourtant Actes 14.18. Ces deux versants complémentaires de l’idolâtrie sont évidents et vont de pair dans la société moderne : elle-même se charge de dire qui mérite le titre d’idole.

( )
2,47 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιηλ Ἐπ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. ( ) 2,48 καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος. ( ) 2,49 καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. ( ) 3,1 Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δειρα ἐν χώρᾳ Βαβυλῶνος. ( ) 3,2 καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: