Livre de Daniel
2,18 καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος. ( ) 2,19 τότε τῷ Δανιηλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ ( ) 2,20 Δανιηλ καὶ εἶπεν Εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν· ( ) 2,21 καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν· ( ) 2,22 αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ αὐτοῦ ἐστιν· ( )

2,23 σοί, ὁ θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι.


( )
2,24 καὶ ἦλθεν Δανιηλ πρὸς Αριωχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ. ( ) 2,25 τότε Αριωχ ἐν σπουδῇ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ. ( ) 2,26 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τῷ Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ., ( ) 2,27 καὶ ἀπεκρίθη Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει Τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστιν σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ, ( ) 2,28 ἀλλ ἢ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ ἐσχάτων τῶν ἡμερῶν. τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: