Livre de Daniel
1,17 καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιηλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις. ( ) 1,18 καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσορ. ( ) 1,19 καὶ ἐλάλησεν μετ αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. ( ) 1,20 καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὧν ἐζήτησεν παρ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. ( ) 1,21 καὶ ἐγένετο Δανιηλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως. ( )

2,1 Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσθη Ναβουχοδονοσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ αὐτοῦ.


20400 Bible des Peuples sur titre chapitre 2023-11-11: Le songe de Nabukodonozor

20399 Bible des Peuples sur titre livre 2023-11-11: SECONDE PARTIE : SOUS LE ROI NABUKODONOZOR

2359 Bible des peuples sur titre chapitre 2018-11-18: Cette nouvelle histoire montrera encore le courage et la foi des jeunes qui ont voulu rester fidèles à la Loi. Et c’est pour eux le chemin du succès, même sur le plan de leur carrière.

2358 Bible des peuples sur verset 2018-11-18: Les sages kaldéens joignaient la science et la magie. Dire que quelqu’un était kaldéen signifiait que c’était un sage, un magicien ou un sorcier. La loi de Moïse ( Deutéronome 18.9) interdisait de telles pratiques aux Juifs. Ici les magiciens sont tournés en ridicule : ils prétendent découvrir l’avenir, mais ils sont incapables de dire le rêve du roi avant qu’il ne le raconte.

( )
2,2 καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. ( ) 2,3 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον. ( ) 2,4 καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. ( ) 2,5 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τοῖς Χαλδαίοις Ὁ λόγος ἀπ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ( ) 2,6 ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: