Livre de Daniel
1,10 καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. ( ) 1,11 καὶ εἶπεν Δανιηλ πρὸς Αμελσαδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιηλ, Ανανιαν, Μισαηλ, Αζαριαν ( ) 1,12 Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα· ( ) 1,13 καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου. ( ) 1,14 καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. ( )

1,15 καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως.


2356 Bible des peuples sur verset 2018-11-18: Il ne s’agit pas ici d’une certaine forme de beauté que le jeûne procure, moins par l’aspect émacié du visage que par sa spiritualisation : elle est peut-être exprimée en Judith 8.6-7. Ici le contexte indique qu’ils avaient pris des kilos par la grâce de Dieu.

( )
1,16 καὶ ἐγένετο Αμελσαδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα. ( ) 1,17 καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιηλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις. ( ) 1,18 καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσορ. ( ) 1,19 καὶ ἐλάλησεν μετ αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. ( ) 1,20 καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὧν ἐζήτησεν παρ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: