Livre d'Ezéchiel
48,35 κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς. ( )
Livre de Daniel
1,1 Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ιωακιμ βασιλέως Ιουδα ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ καὶ ἐπολιόρκει αὐτήν. ( ) 1,2 καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ιωακιμ βασιλέα Ιουδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σεννααρ οἶκον τοῦ θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ θεοῦ αὐτοῦ. ( ) 1,3 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ασφανεζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ισραηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμιν ( ) 1,4 νεανίσκους οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γιγνώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων. ( )

1,5 καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.


( )
1,6 καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ιουδα Δανιηλ καὶ Ανανιας καὶ Μισαηλ καὶ Αζαριας. ( ) 1,7 καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ Δανιηλ Βαλτασαρ καὶ τῷ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω. ( ) 1,8 καὶ ἔθετο Δανιηλ ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ. ( ) 1,9 καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιηλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. ( ) 1,10 καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: