Livre d'Ezéchiel
48,12 καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν. ( ) 48,13 τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες. ( ) 48,14 οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ. ( ) 48,15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ. ( ) 48,16 καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους· ( )

48,17 καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα.


( )
48,18 καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν, καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν· ( ) 48,19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ισραηλ. ( ) 48,20 πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως. ( ) 48,21 τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλ ( ) 48,22 καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται· ἀνὰ μέσον τῶν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμιν τῶν ἀφηγουμένων ἔσται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: