Livre d'Ezéchiel
48,9 ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι καὶ πέντε χιλιάδες. ( ) 48,10 τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων· τοῖς ἱερεῦσιν, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ· ( ) 48,11 τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδδουκ τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ισραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται, ( ) 48,12 καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν. ( ) 48,13 τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες. ( )

48,14 οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ.


( )
48,15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ. ( ) 48,16 καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους· ( ) 48,17 καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα. ( ) 48,18 καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν, καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν· ( ) 48,19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: