Livre d'Ezéchiel
47,20 τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ημαθ ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ημαθ. ( ) 47,21 καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ισραηλ. ( ) 47,22 βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ισραηλ, μεθ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ισραηλ· ( ) 47,23 καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει κύριος θεός. ( ) 48,1 Καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν· ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ημαθ αὐλῆς τοῦ Αιναν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ημαθ αὐλῆς, καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δα ( )

48,2 καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ασηρ, μία.


( )
48,3 καὶ ἀπὸ τῶν ὁρίων Ασηρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλιμ, μία. ( ) 48,4 καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλι ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Μανασση, μία. ( ) 48,5 καὶ ἀπὸ τῶν ὁρίων Μανασση ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Εφραιμ, μία. ( ) 48,6 καὶ ἀπὸ τῶν ὁρίων Εφραιμ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ρουβην, μία. ( ) 48,7 καὶ ἀπὸ τῶν ὁρίων Ρουβην ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ιουδα, μία. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: