Livre d'Ezéchiel
47,13 Τάδε λέγει κύριος θεός Ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ισραηλ πρόσθεσις σχοινίσματος. ( ) 47,14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ. ( ) 47,15 καὶ ταῦτα τὰ ὅρια τῆς γῆς πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ημαθ Σεδδαδα, ( ) 47,16 Βηρωθα, Σεβραιμ, Ηλιαμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ημαθ, αὐλὴ τοῦ Σαυναν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αυρανίτιδος. ( ) 47,17 ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αιναν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν. ( )

47,18 καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ισραηλ, ὁ Ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.


( )
47,19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμαν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμωθ Καδης παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην· τοῦτο τὸ μέρος νότος καὶ λίψ. ( ) 47,20 τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ημαθ ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ημαθ. ( ) 47,21 καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ισραηλ. ( ) 47,22 βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ισραηλ, μεθ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ισραηλ· ( ) 47,23 καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει κύριος θεός. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: