Livre d'Ezéchiel
47,3 καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως· ( ) 47,4 καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος· ( ) 47,5 καὶ διεμέτρησεν χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοῖζος χειμάρρου, ὃν οὐ διαβήσονται. ( ) 47,6 καὶ εἶπεν πρός με Εἰ ἑώρακας, υἱὲ ἀνθρώπου., καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ. ( ) 47,7 ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν. ( )

47,8 καὶ εἶπεν πρός με Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα.


( )
47,9 καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐφ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται, καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν, ἐφ ὃ ἂν ἐπέλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται. ( ) 47,10 καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ αὑτὴν ἔσται, καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης πλῆθος πολὺ σφόδρα. ( ) 47,11 καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται. ( ) 47,12 καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπ αὐτοῦ, οὐδὲ μὴ ἐκλίπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτ ( ) 47,13 Τάδε λέγει κύριος θεός Ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ισραηλ πρόσθεσις σχοινίσματος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: