Livre d'Ezéchiel
43,10 καὶ σύ, υἱὲ ἀνθρώπου, δεῖξον τῷ οἴκῳ Ισραηλ τὸν οἶκον, καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ, ( ) 43,11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων, ὧν ἐποίησαν. καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν, καὶ φυλάξονται ( ) 43,12 καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων. ( ) 43,13 Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεος καὶ παλαιστῆς· κόλπωμα βάθος ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν σπιθαμῆς. καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου· ( ) 43,14 ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεος· καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς· ( )

43,15 καὶ τὸ αριηλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ αριηλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς.


( )
43,16 καὶ τὸ αριηλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ· ( ) 43,17 καὶ τὸ ἱλαστῆριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ· καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεος, καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατ ἀνατολάς. ( ) 43,18 καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναφέρειν ἐπ αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα. ( ) 43,19 καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδουκ τοῖς ἐγγίζουσι πρός με, λέγει κύριος ὁ θεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας· ( ) 43,20 καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: