Livre d'Ezéchiel
39,10 καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί· καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς, λέγει κύριος. ( ) 39,11 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ισραηλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος· καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαι τ ( ) 39,12 καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ, ἵνα καθαρισθῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· ( ) 39,13 καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην, λέγει κύριος. ( ) 39,14 καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσιν. ( )

39,15 καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ αὐτὸ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ·


( )
39,16 καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ. ( ) 39,17 καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν, θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ φάγεσθε κρέα καὶ ( ) 39,18 κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες. ( ) 39,19 καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν. ( ) 39,20 καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: