Livre d'Ezéchiel
36,7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται· ( ) 36,8 ὑμῶν δέ, ὄρη Ισραηλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐγγίζουσιν τοῦ ἐλθεῖν. ( ) 36,9 ὅτι ἰδοὺ ἐγὼ ἐφ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε. ( ) 36,10 καὶ πληθυνῶ ἐφ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ισραηλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. ( ) 36,11 καὶ πληθυνῶ ἐφ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος. ( )

36,12 καὶ γεννήσω ἐφ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ αὐτῶν.


( )
36,13 τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπάν σοι Κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου, ( ) 36,14 διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος κύριος. ( ) 36,15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος κύριος. ( ) 36,16 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 36,17 Υἱὲ ἀνθρώπου, οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: