Livre d'Ezéchiel
35,7 καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ αὐτοῦ ἀνθρώπους καὶ κτήνη ( ) 35,8 καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. ( ) 35,9 ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. ( ) 35,10 διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ κύριος ἐκεῖ ἐστιν, ( ) 35,11 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρίνω σε· ( )

35,12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ισραηλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·


( )
35,13 καὶ ἐμεγαλορημόνησας ἐπ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. ( ) 35,14 τάδε λέγει κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε· ( ) 35,15 ἔρημον ἔσῃ, ὄρος Σηιρ, καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν. ( ) 36,1 Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ισραηλ Ἀκούσατε λόγον κυρίου ( ) 36,2 Τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ ὑμᾶς Εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: