Livre d'Ezéchiel
30,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 30,2 Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος Ὦ ὦ ἡ ἡμέρα, ( ) 30,3 ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου, ἡμέρα πέρας ἐθνῶν ἔσται. ( ) 30,4 καὶ ἥξει μάχαιρα ἐπ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια. ( ) 30,5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. ( )

30,6 καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει κύριος.


( )
30,7 καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται· ( ) 30,8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ὅταν δῶ πῦρ ἐπ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ. ( ) 30,9 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. – ( ) 30,10 τάδε λέγει κύριος κύριος Καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος, ( ) 30,11 αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: