Livre d'Ezéchiel
29,19 τάδε λέγει κύριος κύριος Ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ· ( ) 29,20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει κύριος κύριος ( ) 29,21 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. ( ) 30,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 30,2 Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος Ὦ ὦ ἡ ἡμέρα, ( )

30,3 ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου, ἡμέρα πέρας ἐθνῶν ἔσται.


( )
30,4 καὶ ἥξει μάχαιρα ἐπ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια. ( ) 30,5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. ( ) 30,6 καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει κύριος. ( ) 30,7 καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται· ( ) 30,8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ὅταν δῶ πῦρ ἐπ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: