Livre d'Ezéchiel
29,11 οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη. ( ) 29,12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. ( ) 29,13 τάδε λέγει κύριος Μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, ( ) 29,14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παθουρης, ἐν τῇ γῇ, ὅθεν ἐλήμφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ ( ) 29,15 παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν. ( )

29,16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουθῆσαι ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.


( )
29,17 Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 29,18 Υἱὲ ἀνθρώπου, Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ αὐτήν. ( ) 29,19 τάδε λέγει κύριος κύριος Ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ· ( ) 29,20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει κύριος κύριος ( ) 29,21 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: