Livre d'Ezéchiel
28,6 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ( ) 28,7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν ( ) 28,8 καὶ καταβιβάσουσίν σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. ( ) 28,9 μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε., σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει ( ) 28,10 ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων· ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος. ( )

28,11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων


3815 Bible des peuples sur verset 2018-12-23: Cette lamentation reprend l’histoire du jardin d’Eden, familière dans le Moyen Orient, et elle l’applique au roi de Tyr. Rappelons ce trait caractéristique des cultures de ces pays : chaque clan ou nation est associée à un père, ou à un prince, ou à un fondateur qui incarne le destin de son peuple. Dans la Bible, c’est le père de l’humanité qui était dans le jardin, ici, c’est le prince de Tyr. Et c’est lui encore qui était le chérub, gardien du jardin des dieux. Tout ce qu’on dit de lui deviendra vrai pour la cité de Tyr.

( )
28,12 Υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ( ) 28,13 ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης· πᾶν λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ ( ) 28,14 μετὰ τοῦ χερουβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. ( ) 28,15 ἐγενήθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου ἀφ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. ( Is 14,12 , ) 28,16 ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ θεοῦ, καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: