Livre d'Ezéchiel
28,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 28,2 Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου Τάδε λέγει κύριος Ἀνθ ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας Θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ( ) 28,3 μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιηλ., σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν., ( ) 28,4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου., ( ) 28,5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. ( )

28,6 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,


( )
28,7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν ( ) 28,8 καὶ καταβιβάσουσίν σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. ( ) 28,9 μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε., σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει ( ) 28,10 ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων· ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος. ( ) 28,11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: