Livre d'Ezéchiel
27,33 Πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης., ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς. ( ) 27,34 νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, πάντες οἱ κωπηλάται σου. ( ) 27,35 πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν. ( ) 27,36 ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. ( ) 28,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( )

28,2 Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου Τάδε λέγει κύριος Ἀνθ ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας Θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,


( )
28,3 μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιηλ., σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν., ( ) 28,4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου., ( ) 28,5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. ( ) 28,6 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ( ) 28,7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: