Livre de l'Exode
34,31 καὶ ἐκάλεσεν αὐτοὺς Μωυσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ααρων καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἐλάλησεν αὐτοῖς Μωυσῆς. ( ) 34,32 καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐνετείλατο αὐτοῖς πάντα, ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει Σινα. ( ) 34,33 καὶ ἐπειδὴ κατέπαυσεν λαλῶν πρὸς αὐτούς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. ( ) 34,34 ἡνίκα δ ἂν εἰσεπορεύετο Μωυσῆς ἔναντι κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι. καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς Ισραηλ ὅσα ἐνετείλατο αὐτῷ κύριος, ( ) 34,35 καὶ εἶδον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυσῆ ὅτι δεδόξασται, καὶ περιέθηκεν Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ. ( )

35,1 Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Οὗτοι οἱ λόγοι, οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς.


19367 Bible des Peuples sur titre chapitre 2023-11-11: B. Moïse construit la demeure.

19366 Bible des Peuples sur titre chapitre 2023-11-11: LA DEMEURE

3519 Bible des peuples sur verset 2018-12-22: Dans ces chapitres 35—39 la succession des péricopes est différente et plus longue dans la Bible des LXX. Il est plus que probable que cette partie de l’Exode n’était pas fixée à cette époque.

( )
35,2 ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγιον, σάββατα, ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω. ( ) 35,3 οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος. ( ) 35,4 Καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος λέγων ( ) 35,5 Λάβετε παρ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ( ) 35,6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: