Livre d'Ezéchiel
21,5 καὶ εἶπα Μηδαμῶς, κύριε κύριε· αὐτοὶ λέγουσιν πρός με Οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη., ( ) 21,6 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 21,7 Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ισραηλ ( ) 21,8 καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ισραηλ Ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον· ( ) 21,9 ἀνθ ὧν ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· ( )

21,10 καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι.


( )
21,11 καὶ σύ, υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ ὀφθαλμοὺς αὐτῶν. ( ) 21,12 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ἕνεκα τίνος σὺ στενάζεις., καὶ ἐρεῖς Ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ( ) 21,13 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 21,14 Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος Εἰπόν Ῥομφαία ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ( ) 21,15 ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν σφάζε, ἐξουδένει ἀπωθοῦ πᾶν ξύλον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: